Page images
PDF
EPUB

CXII.

Pulvis et Umbra.

Οταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ, ἔμβλεψον εἰς τὰ μνήμαθ', ὡς ὁδοιπορεῖς. ἐνταῦθ ̓ ἔνεστ ̓ ὀστᾶ τε καὶ κούφη κόνις ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν, καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν, αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων. ἀλλ' οὐδὲν αὐτῶν τῶνδ ̓ ἐπήρκεσεν χρόνος. κοινὸν τὸν ᾅδην ἔσχον οἱ πάντες βροτοί. πρὸς ταῦθ ̓ ὁρῶν γίνωσκε σαυτὸν ὅστις εἶ.

μνῆμα, a monument. μέγα φρονέω, to feel pride in.

CXIII.

True Justice.

Ανὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ' ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται· οὐδ ̓ ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο, ἀλλ' ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων, ἔχειν δυνάμενος καὶ κρατεῖν ἀζημίως· οὐδ' ὅς γε ταῦτα πάντα διατηρεί μόνον, ἀλλ' ὅστις ἄδολον γνησίαν τ' ἔχων φύσιν εἶναι δίκαιος κοὐ δοκεῖν εἶναι θέλει.

CXIV.

Woman.

Δεινὴ μὲν ἀλκή κυμάτων θαλασσίων,
δειναὶ δὲ ποταμοῦ καὶ πυρὸς θερμοῦ πνοαί,
δεινὸν δὲ πενία, δεινὰ δ' ἄλλα μυρία
ἀλλ' οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν,
οὐδ' ἂν γένοιτο γράμμα τοιοῦτον γραφῇ,
οὐδ' ἂν λόγος δείξειεν· εἰ δέ του θεῶν
τόδ' ἐστι πλάσμα, δημιουργὸς ὢν κακῶν
μέγιστος ἴστω καὶ βροτοῖσι δυσμενής.

CXV.

• Not dead, but gone before.

Πενθεῖν δὲ μετρίως τοὺς προσηκόντας φίλους. οὐ γὰρ τεθνᾶσιν· ἀλλὰ τὴν αὐτὴν ὁδὸν ἣν πᾶσιν ἐλθεῖν ἐστ ̓ ἀναγκαίως ἔχον, προεληλύθασιν· εἶτα χ ̓ ἡμεῖς ὕστερον εἰς ταὐτὸ καταγώγειον αὐτοῖς ἥξομεν, κοινῇ τὸν ἄλλον συνδιατρίψοντες χρόνον.

καταγώγειον, an inn, resting-place.

CXVI.

Glaucus and Diomede.

Γλαῦκος δ' Ιππολόχοιο πάϊς καὶ Τυδέος υἱός
ἐς μέσον ἀμφοτέρων ξυνίτην μεμαῶτε μάχεσθαι.
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης

“ τίς δὲ σύ ἐσσι, φέριστε, καταθνητῶν ἀνθρώπων; οὐ μὴν γάρ ποτ' ὄπωπα μάχῃ ἔνι κυδιανείρη τὸ πρίν· ἀτὰρ μὴν νῦν γε πολὺ προβέβηκας ἁπάντων σῷ θάρσει, ὅτ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν. εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας, οὐκ ἂν ἐγώ γε θεοίσιν ἐπουρανίοισι μαχοίμην.”

CXVII.

Helen's lament for Hector.

Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, ἢ μέν μοι πόσις ἐστὶν Αλέξανδρος θεοειδής, ὅς μ' ἄγαγε Τροίηνδ'· ὡς πρὶν ὠφελλον ὀλέσθαι. ἤδη γὰρ νῦν μοι τόδ' ἐεικοστὸν ἔτος ἐστὶν ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης ἀλλ ̓ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ ̓ ἀσύφηλον· ἀλλ ̓ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι, ἀλλὰ σὺ τόν γ' ἐπέεσσι παραιφάμενος κατέρυκες σῇ τ' ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσιν.

CXVIII.

Sentinels in the Greek Camp.

Οἱ δ' ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, ἀλλ' ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωσιν ἐν αὐλῃ θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ' ὕλην ἔρχηται δι' ὄρεσφι· πολὺς δ ̓ ὀρυμαγδὸς ἐπ' αὐτῷ ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν· ὡς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει νύκτα φυλασσομένοισι κακήν πεδίονδε γὰρ αἰεί τετράφαθ', ὁππότ' ἐπὶ Τρώων ἀίοιεν ἰόντων.

τοὺς δ' ὁ γέρων γήθησε ἰδών, θάρσυνέ τε μύθῳ. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· “ οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε· μηδέ τιν ̓ ὕπνος αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.”

CXIX.

An Homeric Assembly.

Ὣς ἄρα φωνήσας, βουλῆς ἐξῆρχε νέεσθαι, οἱ δ ̓ ἐπανέστησαν, πείθοντό τε ποιμένι λαῶν, σκηπτούχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. ἦυτε ἔθνεα εἶσι μελισσάων ἀδινάων, πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων· βοτρυδὸν δὲ πέτονται ἐπ ̓ ἄνθεσιν εἰαρίνοισιν· αἱ μέν τ' ἔνθα ἅλις πεποτήαται, αἱ δέ τε ἔνθα· ὥς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ηϊόνος προπάροιθε βαθείης ἐστιχόωντο ἐλαδὸν εἰς ἀγορήν· μετὰ δὲ σφίσιν Οσσα δεδήει, ὀτρύνουσ' ιέναι, Διὸς ἄγγελος· οἱ δ' ἀγέροντο. τετρήχει δ' ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα, λαῶν ἱζόντων, ὅμαδος δ' ἦν· ἐννέα δέ σφεας κήρυκες βοόωντες ἐρήτυον, εἴποτ' αϋτῆς σχοίατ ̓ ἀκούσειαν δὲ Διοτρεφέων βασιλήων. σπουδῇ δ' ἕζετο λαός, ἐρήτυθεν δὲ καθ ̓ ἕδρας, παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Αγαμέμνων ἔστη, σκῆπτρον ἔχων, τὸ μὲν Ηφαιστος κάμε τεύχων.

CXX.

Ulysses addresses Nausicaa.

Γουνοῦμαι σε, ἄνασσα· θεός νύ τις ἢ βροτός ἐσσι ; εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Αρτέμιδί σε ἔγωγε, Διός κούρῃ μεγάλοιο, εἰδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐίσκω.

« PreviousContinue »