Page images
PDF
EPUB

ΣΟΦΟΚΛΕΟΥΣ

Α Ν Τ Ι Γ Ο Ν Η.

Soph. Trag. Vol. I. Sect. IV.

1

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ.

ΑΝΤΙΓΟΝΗ.

ΙΣΜΗΝΗ.

ΧΟΡΟΣ ΘΗΒΑΙΩΝ ΓΕΡΟΝΤΩΝ.

ΚΡΕΩΝ.

ΦΥΛΑΞ.

ΑΙΜΩΝ.

ΤΕΙΡΕΣΙΑΣ,

ΑΓΓΕΛΟΣ.

ΕΥΡΥΔΙΚΗ,

ΕΞΑΓΓΕΛΟΣ.

[ocr errors]
[ocr errors]

ΥΠΟΘΕΣΙΣ.

Αποθανόντα Πολυνείκην ἐν τῇ πρὸς τὸν ἀδελφὸν μονομαχία Κρέων ἄταφον ἐκβαλὼν κηρύττει μηδένα αὐτὸν θάπτειν, θάνατον τὴν ζημίαν ἀπειλήσας. τοῦτον ̓Αντιγόνη ἡ ἀδελφὴ θάπτειν πειρᾶται. καὶ δὴ λαθοῦσα τοὺς φύλακας ἐπιβάλλει χῶμα, οἷς ἐπαπειλεῖ θάνατον ὁ Κρέων, εἰ μὴ τὸν τοῦτο δράσαντα ἐξεύροιεν. οὗτοι τὴν κόνιν τὴν ἐπιβεβλημέ νην καθάραντες οὐδὲν ἧττον ἐφρούρουν. ἐπελθοῦσα δὲ ἡ ̓Αντιγόνη καὶ γυμνὸν εὑροῦσα τὸν νεκρὸν, ἀνοιμώξασα ἑαυτὴν εἰςαγγέλλει. ταύτην ὑπὸ τῶν φυλάκων παραδεδομένην Κρέων καταδικάζει καὶ ζῶσαν εἰς τύμβον καθεῖρξεν. ἐπὶ τούτοις Αίμων, ὁ Κρέον τος υἱός, ὃς ἐμνᾶτο αὐτήν, ἀγανακτήσας ἑαυτὸν ἐπισφάζει τῇ κόρῃ ἀπολομένῃ ἀγχόνῃ, Τειρεσίου ταῦτα προθεσπίσαντος. ἐφ ̓ ᾧ λυπηθεῖσα Ευρυδίκη, ἡ τοῦ Κρέοντος γαμετή, ἑαυτὴν κατασφάζει. καὶ τέλος θρηνεῖ Κρέων τὸν τοῦ παιδὸς καὶ τῆς γαμετῆς θάνατον.

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ.

Αντιγόνη παρὰ τὴν πρόςταξιν τῆς πόλεως θάψασα τὸν Πολυνείκην ἐφωράθη καὶ εἰς μνημεῖον κατάγειον ἐντεθεῖσα παρὰ τοῦ Κρέοντος ἀνῄρηται· ἐφ ̓ ᾗ καὶ Αἵμων δυςπαθήσας διὰ τὸν εἰς αὐτὴν ἔρωτα ξίφει

4

[ocr errors]

ἑαυτὸν διεχρήσατο. ἐπὶ δὲ τῷ τούτου θανάτῳ καὶ ἡ μήτηρ Ευρυδίκη ἑαυτὴν ἀνεῖλε.

Τὸ μὲν δρᾶμα τῶν καλλίστων Σοφοκλέους. στασιάζεται δὲ τὰ περὶ τὴν ἡρωίδα ἱστορούμενα καὶ τὴν ἀδελφὴν αὐτῆς Ἰσμήνην, ἃς ὁ μὲν Ἴων ἐν τοῖς διθυράμβοις καταπρησθῆναι *) φησιν ἀμφοτέρας ἐν τῷ ἱερῷ τῆς Ἥρας ὑπὸ Λαοδάμαντος **) τοῦ ̓Ετεοκλέους. Μίμνερμος δέ φησι τὴν μὲν Ισμήνην προςομιλοῦσαν Θεοκλυμένῳ ὑπὸ Τυδέως κατὰ ̓Αθηνᾶς ἐγκέλευσιν τελευτῆσαι ***).

Κεῖται δὲ ἡ μυθοποιία καὶ παρ' Ευριπίδῃ ἐν Αντιγόνῃ· πλὴν ἐκεῖ φωραθεῖσα τῷ Αίμονι +) δίδοται πρὸς γάμου κοινωνίαν καὶ τίκτει τὸν Μαίμονα.

Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Θήβαις ταῖς Βοιωτικαῖς. ὁ δὲ Χορὸς συνέστηκεν ἐξ ἐπιχωρίων γερόντων· προλογίζει δὲ ἡ ̓Αντιγόνη· ὑπόκειται δὲ τὰ πράγματα ἐπὶ τῶν Κρέοντος βασιλείων. τὸ δὲ κεφάλαιόν ἐστι τάφος Πολυνείκους, ̓Αντιγόνης ἀναίρεσις, θάνατος Αΐμονος καὶ μόρος Ευρυδίκης, τῆς Αἵμονος μητρός. φασὶ δὲ τὸν Σοφοκλέα ἠξιῶ σθαι τῆς ἐν Σάμῳ στρατηγίας εὐδοκιμήσαντα ἐν τῇ διδασκαλίᾳ τῆς ̓Αντιγόνης. λέλεκται δὲ τὸ δράμα τοῦτο τριακοστὸν δεύτερον.

*) καταπρησθῆναι scripsi ex coni. Dindorfii. Libri καταπροι

σθῆναι.

**) Notus Laodamas, Eteoclis filius, ex Apollodoro 111, 7, Pausania IX, 7. aliisque.

***) Post verbum τελευτῆσαι Brunckius addidit: τὸ δὲ δρᾶμα τὴν ἐπιγραφὴν ἔσχεν ἀπὸ τῆς παρεχούσης τὴν ὑπόθεσιν Αντιγόνης, quae verba desiderantur in cod. Paris. et editt. vett., indigna, ut equidem arbitror, Aristophane grammatico.

+) τῷ Αίμονι restitui ex Dresd., Turn. et quae eam editionem sequuntur. Vulgo μετὰ τοῦ Αΐμονος. Scholiasta ad Ant. v. 1350.: Ιστέον δὲ, ὅτι διαφέρει τῆς Εὐριπίδου Αντιγόνης αὕτη, ὅτι φωραθεῖσα ἐκείνη διὰ τὸν Αίμονος ἔρωτα ἐξεδόθη προς γάμον· ἐνταῦθα δὲ τοὐναντίον.

« PreviousContinue »