Page images
PDF
EPUB

οὗτος, Ὅτι ἐκ τοῦ οὐρανοῦ that he saith, I came down from

καταβέβηκα;

43 ̓Απεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Μὴ γογγύζετε μετ ̓ ἀλλήλων.

44 Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν· καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρα.

45 Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ τοῦ Θεοῦ. πας οὖν ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρός με.

46 Οὐχ ὅτι τὸν πατέρα τὶς ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα. [4] ̓Αμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώ

νιον.

48 Εγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. 49 Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον

50 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τὶς ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.

τις

|

heaven?

43 Jesus therefore answered and

said unto them, Murmur not among yourselves.

44 No man can come to me, except the Father which hath sent me draw him and I will raise him up at the last day.

45 It is written in the prophets, And they shall be all taught of God. Every man therefore that hath heard and hath learned of the Father, cometh unto me.

46 Not that any man hath seen the Father, save he which is of God, he hath seen the Father.

47 Verily, verily, I say unto you, He that believeth on me hath everlasting life.

48 I am that bread of life.

49 Your fathers did eat manna in the wilderness, and are dead :

50 This is the bread which cometh down from heaven, that a man may eat thereof, and not die.

51 I am the living bread which came down from heaven: if any man eat of this bread, he shall live for ever and the bread that I will give

51 Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς εάν φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ή σάρξ is my flesh, which I will give for the μου ἐστὶν, ἣν ἐγὼ δώσω υπερ τῆς τοῦ κόσμου ζωῆς.

52 Εμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι, λέγοντες, Πως δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν;

53 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, ̓Αμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.

54 Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.

life of the world.

52 The Jews therefore strove among themselves, saying, How can this man give us his fesh to eat ?

53 Then Jesus said unto them, Verily, verily, I say unto you, Except ye eat the flesh of the Son of man, and drink his blood, ye have no life

in you.

54 Whoso eateth my flesh, and drinketh my blood, hath eternal life; and I will raise him up at the last day.

55 Η γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις.

56 Ὁ τρώγών μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.

57 Καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ, καγω ζω διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσε ται δι' ἐμέ.

58 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθώς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα, καὶ ἀπέθανον· ὁ τρώγων τουτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰώνα.

59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.

60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, Σκλη- | ρός εστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;

61 Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, Τοῦτο ὑμᾶς σκανδαλίζει;

62 Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον.

63 Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.

64 Ἀλλ ̓ εἰσὶν ἐξ ὑμῶν τινὲς οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.

65 Καὶ ἔλεγε, Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ δεδο μένον αὐτῷ ἐκ τοῦ πατρός μου. 66 Ἐκ τούτου πολλοὶ ἀπῆλ θον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ ̓ αὐτοῦ περιεπάτουν.

55 For my flesh is meat indeed, and my blood is drink indeed.

56 He that eateth my flesh, and drinketh my blood, dwelleth in me, and I in him.

57 As the living Father hath sent me, and I live by the Father; so he that eateth me, even he shall live by

me.

58 This is that bread which came down from heaven: not as your fathers did eat manna, and are dead: he that eateth of this bread shall live for ever.

59 These things said he in the synagogue, as he taught in Capernaum, '

60 Many therefore of his disciples, when they had heard this, said, This is an hard saying; who can hear it?

61 When Jesus knew in himself that his disciples murmured at it, he said unto them, Doth this offend you?

62 W hat and if ye shall see the Son of man ascend up where he was before?

63 It is the spirit that quickeneth; the flesh profiteth nothing: the words that I speak unto you, they are spirit, and they are life.

64 But there are some of you that believe not. For Jesus knew from the beginning who they were that believed not, and who should betray him.

65 And he said, Therefore said I unto you, that no man can come unto me, except it were given unto him of my Father.

66 From that time many of his disciples went back, and walked no more with him.

67 Εἶπεν οὖν ὁ Ἰησους τοῖς δώδεκα, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;

68 ̓Απεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις

69 Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 70 ̓Απεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἰς διάβο λός ἐστιν;

71 Ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ισκαριώτην· οὗτος γὰρ ἤμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα.

[blocks in formation]

PART THE FIRST.

EXAMINATION OF THE SIXTH CHAPTER OF ST JOHN'S GOSPEL.

« PreviousContinue »